Ancient Greek
Page 761
Cyrillus Theol., Quod unus sit Christus 761
Not analysed yet
Α— Αὐτοῦ γὰρ εἶναί φαμεν κατ' οἰκείωσιν οἰκονομικὴν τὰ ἀνθρώπινα, καὶ μετὰ τῆς σαρκὸς τὰ αὐτῆς, ἐπεὶ μὴ ἕτερος νοεῖται πρὸς ἡμῶν παρ' αὐτὸν Υἱός, ἀλλ' αὐτὸς Κύριος σέσωκεν ἡμᾶς, τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα δούς. «Ἠγοράσθημεν γὰρ τιμῆς οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προσκομίσαντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί.» Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται γεγραφὼς ὁ νομομαθέστατος Παῦλος· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν «εὐωδία» Χριστός, καταδείξας ἐν ἑαυτῷ τὸ ἀπλημμελὲς ἔχουσαν τὴν ἀνθρώπου φύσιν, παρρησίαν ἐσχήκαμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Γέγραπται γὰρ ὅτι «Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ.» Σύνες οὖν ὅπως «αὐτοῦ» τὸ αἷμα καὶ αὐτοῦ τὴν σάρκα φησίν, ἣν καὶ «καταπέτασμα» καλεῖ, καὶ μάλα εἰκότως, ἵνα ὅπερ ἐν τῷ ναῷ τὸ ἱερὸν εἰργάζετο καταπέτασμα, κατακρύπτον εὖ μάλα τὰ Ἅγια τῶν ἁγίων, τοιοῦτόν τι νοοῖτο δρᾶν καὶ ἡ τοῦ Κυρίου σάρξ, οὐκ ἐφεῖσα τρόπον τινὰ γυμνῶς καὶ ἀκρύπτως ὁρᾶσθαι πρός τινος τὴν ὑπερφυᾶ καὶ ἐξαίρετον ὑπεροχήν τε καὶ δόξαν τοῦ ἑνωθέντος αὐτῇ Θεοῦ Λόγου. Καὶ γοῦν οἱ μὲν Ἠλίαν <οἱ δὲ Ἰερεμίαν> ἢ ἕνα τῶν προφητῶν ἐτόπασαν εἶναι Χριστόν. Ἰουδαῖοί γε μήν, οὐ συνέντες ὅλως τὸ ἐπ' αὐτῷ μυστήριον, κατακερτομοῦντες ἔφασκον· «Οὐχ οὗτός ἐστιν <Ἰησοῦς> ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον. Ὤφθη γε μὴν τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατός, καὶ ἐπέφανεν ἡμῖν Θεὸς ὢν Κύριος. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Δαυείδ· «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Β— Φρονεῖς μὲν ὀρθῶς. Ἐκεῖνοί γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν διατείνονται, πολλοῦ γε καὶ δεῖ. Κατ' οὐδένα γὰρ