Ancient Greek · ~1 min
Section 10
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 10
Not analysed yet
ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλʼ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία. ἐλθὼν γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη, τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς.