Ancient Greek · ~2 min
Section 11
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 11
Not analysed yet
πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δʼ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶν σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ καὶ ταπεινήν.