Ancient Greek
Section 9
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 9
Not analysed yet
χιλίων ταφὴ Ἀθηναίων μαρτυρεῖ μοι, κηδευθεῖσα ταῖς τῶν ἐναντίων χερσίν, ἃς ἀντὶ πολεμίων φιλίας ἐποίησα τοῖς ἀποθανοῦσιν. ἐνταῦθα ἐπιστὰς τοῖς πράγμασιν ἔγραψα τὴν εἰρήνην· ὁμολογῶ. ἔγραψα καὶ Φιλίππῳ τιμάς· οὐκ ἀρνοῦμαι. δισχιλίους γὰρ αἰχμαλώτους ἄνευ λύτρων καὶ χίλια πολιτῶν σώματα χωρὶς κήρυκος καὶ τὸν Ὠρωπὸν ἄνευ πρεσβείας λαβὼν ὑμῖν ταῦτʼ ἔγραψα.