Ancient Greek
Section 7
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 7
Not analysed yet
ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθʼ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, Δημέου πατρός, ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἐδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτʼ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δʼ ἀεὶ τοῖς ἰδίοις πόνοις τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι.