Ancient Greek · ~2 min
Section 8
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 8
Not analysed yet
ἡ πενία δʼ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δʼ αἰσχύνης, ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλʼ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν ἣ τοῖς μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δʼ εὐλαβουμένοις μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν· οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς πατρίδος σωτηρίαν.