Ancient Greek
94.3
Demetrius, demetrius_de_eloc_roberts 94.3
Unproofread scanNot analysed yet
9 Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται. ὁρίζονται δ’ αὐτὸ ὧδε, κόμμα ἐστὶν τὸ κώλου ἕλαττον, οἷον τὸ προειρημένον, τὸ τε ‘Διονύσιος ἐν Κορίνθῳ,’ καὶ τὸ ‘γνῶθι σεαυτόν,’ καὶ τὸ ‘ἔπου θεῷ,’ τὰ τῶν σοφῶν. ἐστι γὰρ καὶ ἀποφθεγματικὸν ἡ βραχύτης καὶ γνωμο-λογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ πολλὴν διάνοιαν ἠθοῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασι δένδρων ὅλων |δυνάμεις· εἰ δ’ ἐκτείνοιτό τις τὴν γνώμην ἐν μακροῖς, διδασκαλία γίνεται τις καὶ ῥητορεία ἀντὶ γνώμης.