Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 10
Not analysed yet
Πάλαι ποτ ̓ ἦσαν ἄλκιμοι Μιλήσιοι. Περὶ τῆς παροιμίας ταύτης Δήμων οὕτω φησί· τῶν Καρῶν περὶ τοῦ πολέμου πρὸς τοὺς Ἀμβρακιώτας βουλευσαμένων, ἀλκιμωτάτους ὄντας τῶν ἐν πολέμῳ γειτόνων, τίνας χρὴ ποιεῖσθαι συμμάχους, οἱ μὲν τοὺς Μιλησίους ἡγοῦντο δεῖν παρακαλεῖν· καὶ γὰρ εὐημέρουν τότε μάλιστα τῶν περιοίκων, καὶ διὰ τὸ γειτνιᾷν τῇ Καρίᾳ τὴν τούτων χώραν· οἱ δὲ διαλύσασθαι πρὸς τοὺς Πέρσας συνεβούλευον, τὴν τούτων ἀρχὴν μεγίστην γεγονέναι φάσκοντες, καὶ πάντων ἀλκιμωτάτους εἶναι, κρατοῦντας τῆς Ἀσίας. Ἔδοξεν οὖν τοῖς Καρσὶν ἐρωτῆσαι τὸν Ἀπόλλωνα . . . Τὸν δὲ θεὸν ἀποκρίνεσθαι, Πάλαι ποτ ̓ ἦσαν ἄλκιμοι Μιλήσιοι. Τοῦ δὲ χρησμοῦ διαδοθέντος εἰς τὰς Ἀσιατίδας πόλεις, οἱ μὲν Μιλήσιοι τὴν προφῆτιν αἰτιασάμενοι διεφθάρθαι χρήμασιν ὑπὸ τῶν μηδιζόντων, πανδημεὶ [τοῖς καρσὶ βοηθήσαντες, καὶ] τοῖς Πέρσαις μετ ̓ ἐκείνων συμβαλόντες, σχεδὸν ἅπαντες ἀπέθανον. Τὸν δὲ χρησμὸν διὰ τὴν ἀλήθειαν εἰς παροιμίαν ἐλθεῖν.