Ancient Greek
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 11
Not analysed yet
Οἱ τὴν Σαρδόνα κατοικοῦντες, ἀπὸ Καρχηδονίων ὄντες, χρῶνται νόμῳ τινὶ βαρβαρικῷ καὶ πολὺ τῶν Ἑλλήνων διηλλαγμένῳ. Τῷ γὰρ Κρόνῳ θύουσιν ἡμέραις τισὶ τεταγμέναις οὐ μόνος τῶν αἰχμαλώτων τοὺς καλλίστους, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη γεγενημένους. Τούτοις δὴ θυομένοις τὸ μὲν δακρύειν αἰσχρὸν εἶναι δοκεῖ καὶ δοῦλον, τὸ δὲ ἀσπάζεσθαι καὶ γελᾷν ἔσχατον καὶ προϊόντων ἀνδρῶδές τε καὶ καλόν. Ὅθεν φασὶ καὶ τὸν ἐπὶ κακῷ προσποίητον γέλωτα κληθῆναι Σαρδόνιον. Ἡ δὲ ἱστορία παρὰ Δήμωνι.