Ancient Greek · ~4 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 9
Not analysed yet
Ὁ δὲ Διὸς Κόρινθος, παῖς Διὸς, βασιλεὺς Κορίνθου. . . . Μεγαρέας φασὶ Κορινθίων ἀποίκους, καὶ πολλὰ τοῖς Κορινθίοις κατ ̓ ἰσχὺν τῆς πόλεως ὑπείκειν· ἄλλα τε γὰρ πλείονα τοὺς Κορινθίους προστάσσειν, καὶ τῶν Βακχιαδῶν εἴ τις τελευτήσαι (διῴκουν δὲ οὗτοι τὴν πόλιν), ἔδει Μεγαρέων ἄνδρας καὶ γυναῖκας, ἐλθόντας εἰς Κόρινθον, συγκηδεύειν τὸν νεκρὸν τῶν Βακχιαδῶν. Ὡς δὲ ὕβρεως οὐδὲν ἀπέλειπον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔῤῥωτο, καὶ πρὸς ἐλπίσι τοῦ μηδὲν παθεῖν ἀποστάντας αὐτοὺς, ἀλλ ̓ ἀφεῖναι, πέμπουσι δῆτα πρέσβεις οἱ Κορίνθιοι, κατηγορήσοντας Μεγαρέων· οἳ προσελθόντες εἰς τὴν ἐκκλησίαν, ἄλλα τε πολλὰ διεξῆλθον, καὶ τέλος, δικαίως στενάξει ὁ Διὸς Κόρινθος, εἰ μὴ λάβοι δίκην παρ ̓ αὐτῶν. Ἐφ ̓ οἷς παροργισθέντες οἱ Μεγαρεῖς τοὺς πρέσβεις λίθοις ἔβαλον, καὶ μετὰ μικρὸν, ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης, νικήσαντες, φυγῇ τῶν Κορινθίων ἀποφυγόντων ἐφαπτόμενοι, κτείνοντες ἅμα παίειν τὸν Διὸς Κόρινθον ἐκέλευον. Ὅθεν, φησὶν ὁ Δήμων, ἔτι καὶ νῦν ἐπὶ τῶν ἄγαν σεμνυνομένων, καὶ δειλῶς ἀπαλλαττόντων τὴν παροιμίαν ταύτην τετάχθαι.