Ancient Greek · ~4 min
12 to 16
DEMO, Fragmenta 12-16
Not analysed yet
Παροιμία ἐπὶ τῶν ἐπ ̓ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων, ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ ἑβδομήκοντα ἔτη τῷ κρόνῳ ἔθυον γελῶντας, ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι. Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν. Ὁ Δήμων φησὶν, ἐν τοῖς τραχέσι καὶ δυσβάτοις τόποις τοὺς ἐλάφους προστρίβοντας τὰ κέρατα πρὸς τὰς θάμνους, ἀποβάλλειν αὐτά· ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν. Τὴν Συρακουσίων δεκάτην· Δήμων Συρακουσίους εὐδαιμονήσαντας φησι ψηφίσασθαι τὴν δεκάτην τῶν ὑπαρχόντων ἀποδίδοσθαι εἰς ἐπισκευὴν ναῶν τε καὶ ἀναθημάτων καὶ ἱερείων· πολλοῦ δὲ χρήματος συναχθέντος, εἰς παροιμίαν ἐλθεῖν. Φοινίκων συνθῆκαι. Οἱ τὴν Καρχηδίνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τῇ Λιβύῃ, ἐδεήθησαν τῶν ἐγχωρίων, δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν. Ἐπιτυχόντες δὲ τούτου, οὐκ ἐβούλοντο ἀπαλάσσεσθαι, ὡς συντιθέμενοι νύκτας καὶ ἡμέρας μένειν. Διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων. Τὰ δ ̓ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ. Ἡδέα χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν. Τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει. Ὅθεν καὶ τὴν παροιμίαν. Δήμων.