Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 17
Not analysed yet
Δωδώνη. . . . Ἔστι καὶ Δωδωναῖον χαλκεῖον παροιμία ἐπὶ τῶν πολλὰ λαλούντων, ὡς μὲν ὁ Δήμων φησὶν, ἀπὸ τοῦ τὸν ναὸν τοῦ Δωδωναίου Διὸς τοίχους μὴ ἔχοντα, ἀλλὰ τρίποδας πολλοὺς ἀλλήλων πλησίον, ὥστε τὸν ἑνὸς ἁπτόμενον παραπέμπειν διὰ τῆς ψαύσεως τὴν ἐπήχησιν ἑκάστῳ, καὶ διαμένειν τὴν ἦχον ἄχρις αὖθις τοῦ ἑνὸς ἐφάψηται. Ἡ παροιμία δὲ οὔ φησιν εἰ μὴ χαλκίον ἓν, ἀλλ ̓ οὐ λέβητας ἢ τρίποδας πολλούς.