Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 18
Not analysed yet
Δωδωναῖον χαλκεῖον. Ἐπὶ τῶν μακρολογούντων· Δήμων γάρ φησιν ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται. Τούτους δὲ ψαύειν ἀλλήλους, καὶ κρουσθέντος τοῦ ἑνὸς, ἠχεῖν ἐκ διαδοχῆς πάντας· ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστείδης δὲ ὡς πλάσμα διελέγχων, δύο φησὶ στύλους εἶναι, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ ̓ ἀνέμου τῷ λέβητι προσκρούειν· τὸν δὲ τυπτόμενον ἠχεῖν. . . . Πρὸς Δήμωνα· εἰ δὲ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία.