Ancient Greek · ~1 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 19
Not analysed yet
Μυσῶν λείαν, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν τεσσαρακοστῇ περὶ παροιμιῶν τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μυσίαν κατὰ τὴν τοῦ Τηλέφου τοῦ βασιλέως ἀποδημίαν.