Ancient Greek · ~1 min
Section 13
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 13
Not analysed yet
ὡς δʼ ᾐσθόμην αὐτὸν διακρουόμενόν με, προσέρχομαι τῷ Λάμπιδι, λέγων ὅτι οὐδὲν ποιεῖ τῶν δικαίων Φορμίων οὐδʼ ἀποδίδωσι τὸ δάνειον, καὶ ἅμα ἠρόμην αὐτὸν εἰ εἰδείη ὅπου ἐστίν, ἵνα προσκαλεσαίμην αὐτόν. ὁ δʼ ἀκολουθεῖν μʼ ἐκέλευεν ἑαυτῷ, καὶ καταλαμβάνομεν πρὸς τοῖς μυροπωλίοις τουτονί· κἀγὼ κλητῆρας ἔχων προσεκαλεσάμην αὐτόν.