Ancient Greek · ~1 min
Section 14
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 14
Not analysed yet
καὶ ὁ Λάμπις, ὦ ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ ὃ εἰκὸς ἦν εἶπε Χρύσιππε, μαίνει· τί τοῦτον προσκαλεῖ; ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον. ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, ᾧ νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον.