Ancient Greek · ~1 min
Section 15
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 15
Not analysed yet
καίτοι εἰκός γʼ ἦν αὐτὸν εἰπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τί με προσκαλεῖ, ἄνθρωπε; ἀποδέδωκα γὰρ τούτῳ τῷ παρεστηκότι τὸ χρυσίον, καὶ ἅμα ὁμολογοῦντα παρέχειν τὸν Λάμπιν· νυνὶ δʼ οὐδέτερος αὐτῶν οὐδʼ ὁτιοῦν εἶπεν ἐν τοιούτῳ καιρῷ. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν τῶν κλητήρων. ΜΑΡΤΥΡΙΑ.