Ancient Greek · ~2 min
Section 15
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 15
Not analysed yet
ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς ὁ τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δʼ ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτʼ ἐπιορκεῖν οὔτʼ εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος. ὃν οὐκ ἂν δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψʼ ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστʼ ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντʼ αὐτῷ τὴν δίκην, ἔτι δʼ ἐμαυτοῦ ὄντʼ ἀντίδικον· οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα.