Ancient Greek · ~2 min
Section 16
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 16
Not analysed yet
τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δʼ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων. πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότʼ εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει. δεύτερον δʼ οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν.