Ancient Greek · ~1 min
Section 17
Demosthenes, πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ 17
Not analysed yet
ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵνʼ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους.