Ancient Greek · ~2 min
Section 70
Dinarchus, Κατὰ Δημοσθένους 70
Not analysed yet
ἢ πολεμεῖν μὲν οὐ γράψεις, ἀποδιδόναι δὲ κατὰ τὸ γεγραμμένον ὑπὸ σοῦ ψήφισμα κελεύσεις Ἀλεξάνδρῳ τὸ κεκομισμένον χρυσίον; οὐκοῦν ὑπὲρ σοῦ τὸν δῆμον ἀποδιδόναι δεήσει. καὶ ποῦ τοῦτʼ ἐστὶ δίκαιον ἢ κοινὸν ἢ δημοτικόν, τοὺς μὲν ἐργαζομένους εἰσφέρειν, σὲ δʼ ἁρπάζειν καὶ κλέπτειν; καὶ τοὺς μὲν φανερὰν κεκτῆσθαι τὴν οὐσίαν καὶ ἀπὸ ταύτης εἰσφέρειν, σὲ δὲ πλείω ἢ πεντήκοντα καὶ ἑκατὸν τάλαντα, τὰ μὲν ἐκ τῶν βασιλικῶν, τὰ δʼ ἐκ τῶν Ἀλεξάνδρου πραγμάτων, εἰληφέναι, μηδὲν δὲ φανερὸν ἐν τῇ πόλει κεκτῆσθαι, ἀλλὰ διεσκευάσθαι πρὸς τὸν δῆμον ὡς οὐ πιστεύοντα τοῖς ἑαυτῷ πολιτευομένοις;