Ancient Greek · ~2 min
Section 71
Dinarchus, Κατὰ Δημοσθένους 71
Not analysed yet
καὶ τοὺς μὲν νόμους προλέγειν τῷ ῥήτορι καὶ τῷ στρατηγῷ, τῷ τὴν παρὰ τοῦ δήμου πίστιν ἀξιοῦντι λαμβάνειν, παιδοποιεῖσθαι κατὰ τοὺς νόμους, γῆν ἐντὸς ὅρων κεκτῆσθαι, πάσας τὰς δικαίας πίστεις παρακαταθέμενον οὕτως ἀξιοῦν προεστάναι τοῦ δήμου· σὲ δὲ τὴν μὲν πατρῴαν γῆν πεπρακέναι, τοὺς δʼ οὐ γεγενημένους υἱεῖς σαυτῷ προσποιεῖσθαι παρὰ τοὺς νόμους τῶν ἐν ταῖς κρίσεσιν ἕνεκα γιγνομένων ὅρκων, ἐπιτάττειν δὲ τοῖς ἄλλοις στρατεύεσθαι λιπόντʼ αὐτὸν τὴν κοινὴν τάξιν.