Ancient Greek · ~1 min
Section 72
Dinarchus, Κατὰ Δημοσθένους 72
Not analysed yet
ὦ Ἀθηναῖοι, παρὰ τί οἴεσθε τὰς πόλεις τοτὲ μὲν εὖ τοτὲ δὲ φαύλως πράττειν; οὐδὲν εὑρήσετʼ ἄλλο πλὴν παρὰ τοὺς συμβούλους καὶ τοὺς ἡγεμόνας. ἐπιβλέψατε δʼ ἐπὶ τὴν Θηβαίων πόλιν. ἐγένετο πόλις, ἐγένετο μεγίστη· καὶ τίνων τυχοῦσα ἡγεμόνων καὶ στρατηγῶν; ἅπαντες ἂν ὁμολογήσαιεν οἱ πρεσβύτεροι, παρʼ ὧνπερ κἀγὼ τοὺς λόγους ἀκούων ἐρῶ,