Ancient Greek · ~2 min
Section 89
Dinarchus, Κατὰ Δημοσθένους 89
Not analysed yet
ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ὦ ἄριστε, εἰπέ μοι, φυλάξομεν, ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ, ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δʼ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δʼ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα γὰρ τάλαντʼ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν ἀναθεῖναι.