Ancient Greek · ~1 min
Section 90
Dinarchus, Κατὰ Δημοσθένους 90
Not analysed yet
καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντʼ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον ὁ δῆμος βουλεύσηται, ἢ τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδένʼ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον.