Ancient Greek · ~2 min
Section 17
Dinarchus, Κατὰ Φιλοκλέους 17
Not analysed yet
τί οὖν ἀναμενεῖτʼ, ὦ Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ Τιμοθέῳ Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι τὰς τηλικαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην,