Ancient Greek · ~2 min
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 50-12
Not analysed yet
τοῖς δὲ Ἀθηναίοις συνέβη, μέχρι μὲν οἰκείωσπρὸς ἀ τοὺς αἱ πόλεις εἶχον καὶ κατʼ εὔνοιαν ἡγοῦντο, μετὰ ταῦτα δέ, ὡς ἐγκλήματα καὶ φθόνος αὐτοῖς συνελέγη καὶ μὴ βουλομένων ἄρχειν ἠξίουν, πολλὰ καὶ δυσχερῆ παθεῖν· καὶ πρῶτον μὲν ἁπάντων ἀπολέσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν, ἔπειτα καὶ τὴν ἰσχὺν καὶ τὰ χρήματα, καὶ τελευταῖον ὑπὸ τοῖς ἐχθροῖς γενέσθαι· καὶ τοῖς Λακεδαιμονίοις ὁμοίως, ἐπειδὴ κἀκεῖνοι πάλιν εἴχοντο τῆς ἀρχῆς, ἀποστάντες τῆς πρότερον γνώμης, ἐν τοῖς αὐτοῖς γενέσθαι.