Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 200
Not analysed yet
Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην β′. Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην β′. Περὶ διαιρέσεων α′. Περὶ ἐναντίων πρὸς Διονύσιον β′. Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ 〈τὰ〉 περὶ τῶν ἐναντίων α′. Σύνταξις τετάρτη· Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζ′. Ἐτυμολογικῶν πρὸς Διοκλέα δ′. Σύνταξις πέμπτη· Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον β′. Περὶ ποιημάτων πρὸς Φιλομαθῆ α′. Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν β′. Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον α′.