Ancient Greek
Περὶ λόγων ἐξετάσεως
Dionysius of Halicarnassus, Ars Rhetorica 4-9
Not analysed yet
Τί ποτέ ἐστιν ὃ λέγω, διηγήσομαι. ζητητέον ἐστί, πότερον Ἕλλην ὁ λέγων ἢ βάρβαρος καθόλου. πολλὴ γὰρ διαίρεσίς ἐστι καὶ διάκρισις Ἑλληνικοῦ ἤθους καὶ βαρβαρικοῦ. εὑρήσεις γὰρ ἀγροικότερα τὰ βαρβαρικὰ ἤθη καὶ τραχύτερά πως καὶ ἔχοντά τινα αὐθάδειαν, ὥςπερ καὶ ὁ Πλάτων τὸν Αἰγύπτιον λέγοντα εἰσάγει· ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδες ἐστέ, μάθημα δὲ οὐδὲν ἔχετε χρόνῳ πολιόν· ἐνταῦθα γὰρ καὶ ἡ τροπὴ τῶν ὀνομάτων δηλοῖ τὸ ἴδιον τῶν βαρβάρων. ὥςπερ |ἀμέλει καὶ Ἡρόδοτος πεποίηκεν διαλεγόμενον τὸν Κανδαύλην πρὸς τὸν Γύγην· ὦτα γὰρ τυγχάνει ἀνθρώποισιν ἐόντα ἀπιστότερα ὀφθαλμῶν· οὐ γὰρ περὶ ἀκοῆς καὶ ὄψεως διελέχθη, ἀλλ’ ἐπὶ τὰ μέρη τοῦ σώματος τὴν γνώμην μετήνεγκεν. ὡς καὶ τὸν τρόπον τῆς λέξεως βαρβαρικὸς καὶ ὁ λέγων χρῆμα ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ᾧ χρώμενοιι μαίνονται, τὴν γυμνασίαν τῶν ἀθλούντων λέγων, καὶ 〈ὁ〉 μανίας πόμα λέγων τὸν οἶνον.