Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 101
Dioscurides Pedianus, De materia medica 101-2
Not analysed yet
101 στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι χωρὶς ῥίζης καὶ ζῆν. φύλλον δὲ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι καὶ ψυκτικὴν ἔχον δύναμιν, ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον· τραύματά τε ἀφλέγμαντα τηρεῖ καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον ἰᾶται.