Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 123
Dioscurides Pedianus, De materia medica 123
Not analysed yet
123 λευκόϊον γνώριμον. ἐστι δʼ αὐτοῦ διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ λευκὸν ἡ μήλινον πορφυροῦν εὑρίσκεται. εὔχρηστον δὲ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν τὸ μήλινον, οὗ τὰ ἄνθη ξηρά ἀποζεσθέντα εἰς ἐγκαθίσματα ποιεῖ πρὸς τάς περὶ ὑστέραν φλεγμονάς καὶ ἀγωγάς ἐμμήνων· ἀναληφθέντα δὲ κηρωτῇ ῥαγάδας τὰς ἐν δακτυλίῳ θεραπεύει, σύν μέλιτι δὲ Αφιας. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος ἢ προστεθεῖς σύν μέλιτι ἔμμηνα καὶ ἔμβρυα ἄγει. αἱ δὲ ῥίζαι καταπλασθεῖσαι σύν ὄξει στέλλουσι σπλῆνα καὶ ποδαγρικούς ὠφελοῦσιν.