Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 124
Dioscurides Pedianus, De materia medica 124
Not analysed yet
124 κραταιόγονον· φύλλα ἔχει ὅμοια τοῖς τοῦ πυροῦ —πλείονες δὲ ἀπὸ μιᾶς ῥίζης φύονται βλαστοὶ γονατώδεις —καρπὸν δὲ ὅμοιον κέγχρῳ. φύεται δὲ ἐν συσκίοις καὶ φραγμώσςαιν ὡς ἐπὶ πολὺ τόποις, ἰσχυρῶς δριμύ. ἱστορεῖται δὲ ὑπό τινων ἡ πόσις τοῦ καρποῦ γυναῖκα ἀρσενοτόκον ποιεῖν, ἐάν τις μετὰ τὴν κάθαρσιν τῶν καταμηνίων πρὸ τοῦ πλησιάσαι νῆστις πίνῃ τρὶς τῆς ἡμέρας ὁλκὴν τριωβόλου μετὰ ὕδατος κυάθων δύο ἐπὶ ἡμέρας τεσσαράκοντα· ὡσαύτως δὲ καὶ ὁ ἀνὴρ πινέτω τὰς ἴσας ἡμέρας καὶ πλησιαζέτω.