Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 25
Dioscurides Pedianus, De materia medica 25-2
Not analysed yet
25 ἐστι δὲ καὶ ἄλλη, ἐμφερὴς ταύτῃ, ἐλάττων δέ, καρπὸν ἔχουσα φοινικοῦν ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει. ἡ δὲ ῥίζα μετὰ ὑσσώπου καὶ καρδάμου ποθεῖσα ὀξυβάφου πλῆθος πλατεῖαν ἕλμιν ἐκτινάσσει.