Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 26
Dioscurides Pedianus, De materia medica 26-3
Not analysed yet
26 λυκαψός· οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ παχύτερα καἱ τραχέα ,πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δὲ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ αὐτάς, ἄνθη μικρά πορφυρᾶ· ῥίζα δὲ ἐρυθρά, στυπτική· φύεται ἐν πεδίοις. καταπλαττομένη δὲ ἡ ῥίζα μετὰ ἀλφίτου ἐρυσιπέλατα ἰᾶται, λεία δὲ συναλειφομένη μετ᾿ ἐλαίου ἱδρῶτας κινεῖ.