Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 27
Dioscurides Pedianus, De materia medica 27-3
Not analysed yet
27 ἔχιον· οἱ δὲ Δωρίδα, ἔνιοι καὶ ταύτην Ἀλκιβιάδειον καλοῦσι. τὰ μὲν φύλλα ἔχει |προμήκη, τραχέα, ὑπόλεπτα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπικείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια ἔχοντα λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ᾿ ἄκρου τοῦ καυλοῦ, τὰ δ᾿ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ᾿ οἴνου ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ᾿ οἴνου ἢ ῥοφήματος ληφθεῖσα.