Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 35
Dioscurides Pedianus, De materia medica 35-3
Not analysed yet
35 ἔτι καὶ ἑτέρα λέγεται εἶναι σιδηρῖτις, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοίχοις καὶ ἀμπε|λῶσιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κοριάνδρῳ περὶ καυλίοις σπιθαμιαίοις, λείοις, τρυφεροῖς, ὑπολεύκοις, ἐνερευθέσιν, ἄνθη δὲ φοινικᾶ, μικρά, γευομένῳ πικρά, γλίσχρα. καὶ ταύτης ἡ δύναμις ἐπιτιθεμένης κολλητικὴ ἐναίμων καὶ νεοτρώτων.