Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 36
Dioscurides Pedianus, De materia medica 36-3
Not analysed yet
36 καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω, ἀτρακτοειδῆ, καὶ περὶ αὐτοῖς φυλλάρια λεπτά, ἐντομὰς πυκνὰς ἐκ πλαγίων ἔχοντα, προσεμφερῆ κορίῳ, ὑπόπικρα, γλίσχρα, πολύοσμα, οὐκ ἀηδῆ, φαρμακώδη δὲ τὴν ὀσμήν, σκιάδιον ἐπ᾿ ἄκρου περιφερές, ἄνθη λευκά, εἶτα χρυσίζοντα φύεται ἐν εὐγείοις τόποις. καὶ τούτου ἡ κόμη λεία ἐναίμων ἐστὶ κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοϊκαῖς· πίνεται δὲ καὶ πρὸς δυσεντερίαν.