Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 37
Dioscurides Pedianus, De materia medica 37-4
Not analysed yet
37 βάτος, ἣν γινώσκομεν· στύφει, ξηραίνει, τρίχας βάπτει τὸ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν τε ἴστησι. πινόμενον καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρηστῆρος δήγματι εὐθετεῖ· κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασωμένων τῶν φύλλων, καὶ ἕρπητας ἐπέχει καὶ ἀχῶρας τούς ἐν κεφαλῇ θεραπεύει καὶ ὀφθαλμῶν προπτώσεις καὶ κονδυλώματα καὶ αἱμορροΐδας καταπλασσόμενα τὰ φύλλα, καὶ ἐπὶ στομαχικῶν δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων συστραφεὶς ἐν ἡλίῳ βέλτιον ποιήσει πάντα. τοῦ δὲ καρποῦ αὑτῆς πεπείρου μὲν τελείως ὁ χυλὸς εἰς τὰς στοματικάς ἁρμόζει, ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσως πέπειρος· καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ κοιλίαν ἐφίστησιν.