Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 38
Dioscurides Pedianus, De materia medica 38-3
Not analysed yet
38 βάτος Ἰδαία· ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἐστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικράς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ἐκ περισσοῦ δὲ ταύτης τὸ ἄνθος σὺν μέλιτι λεανθὲν ὀφθαλμῶν φλεγμοναῖς περιχριόμενον βοηθεῖ καὶ ἐρυσιπέλατα σβέννυσι, στομαχικοῖς δὲ μεθ᾿ ὕδατος ἐν ποτῷ δίδοται.