Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 39
Dioscurides Pedianus, De materia medica 39-3
Not analysed yet
39 ἑλξίνη |· οἱ δὲ ἀμερσίνην, οἱ δὲ κισσάμπελον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, ἐλάττονα δέ, καὶ κλωνία μακρά, περιπλεκόμενα ὅπου ἂν τύχῃ. φύεται δὲ ἐν φραγμοῖς καὶ ἀμπελῶσι καὶ σίτῳ. δύναμιν δὲ ἔχει τῶν φύλλων ὁ χυλὸς πινόμενος λυτικὴν κοιλίας.