Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 40
Dioscurides Pedianus, De materia medica 40-2
Not analysed yet
40 ἐλατίνη· τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνη, μικρότερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθαμιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει· φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις. δύναμιν δὲ ἔχει τά φύλλα καταπλασσόμενα σὺν ἀλφίτοις φλεγμαίνοντας καὶ ῥευματιζομένους ὀφθαλμοὺς ὠφελεῖν· ἑψηθεῖσα δὲ καὶ ῥοφουμένη δυσεντερίας ἵστησιν.