Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 50
Dioscurides Pedianus, De materia medica 50-4
Not analysed yet
50 τράγιον ἄλλο· ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλήσιον ῥαφάνῳ ἀγρίᾳ, ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προσβάλλει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν, ὅθεν καὶ ὠνόμασται τράγιον.