Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 51
Dioscurides Pedianus, De materia medica 51-3
Not analysed yet
51 τράγος· οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον. φύεται παρά θαλάττῃ μάλιστα· θαμνίσκος ὑπὲρ γῆς οὐ μέγας, σπιθαμῆς ἢ καὶ μείζων, φύλλα δὲ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατά μέγεθος πυροῦ, ὀξεῖαι ἑπ᾿ ἄκρου, πολλαὶ λίαν, γευσαμένῳ στυπτικαί. τούτου ὁ καρπός, ὡς ῥᾶγες δέκα, σὺν οἴνῳ ποθεῖσαι κοιλιακοὺς καὶ ῥοϊκὰς ὠφελοῦσιν. ἔνιοι δὲ κόπτοντες αὐτὸν ἀναπλάττουσι τροχίσκους εἰς ἀπόθεσιν καὶ οὕτως χρῶνται.