Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 94
Dioscurides Pedianus, De materia medica 94-2
Not analysed yet
94 πολύκνημον· θαμνίον ἐστὶ φρυγανῶδες, ἔχον φύλλα ὀριγάνῳ ἐμφερῆ, τὸν δὲ καυλὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδιον, μικρὰ δὲ ἐπ᾿ ἄκρῳ κορύμβια δριμύ τι μετ᾿ εὐωδίας ἀποπνέοντα. ποιεῖ δὲ καταπλασσόμενον χλωρὸν ἢ ξηρὸν μεθ᾿ ὕδατος πρὸς τραύματα κολλῶν· δεῖ δὲ πεμπταῖον λύειν· πίνεται καὶ πρὸς στραγγουρίας καὶ ῥήγματα σὺν οἴνῳ.