Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 95
Dioscurides Pedianus, De materia medica 95-2
Not analysed yet
95 κλινοπόδιον· οἱ δὲ κλεόνικον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Ζωπύριον καλοῦσι. θαμνίον ἐστὶ καὶ τοῦτο φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παραπλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ πρασίῳ. πίνεται δὲ ἡ πόα καὶ τὸ ἀφέψημα αὐτῆς πρὸς θηρίων δήγματα καὶ σπάσματα καὶ ῥήγματα καὶ στραγγουρίας· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα, καὶ ἀκροχορδόνας ἀποβάλλει ἐφ᾿ ἱκανὰς ἡμέρας πινόμενον, κοιλίαν τε ἵστησιν ἐπὶ τρίτον ἑψόμενον καὶ πινόμενον ἀπυρέτοις ἐν οἴνῳ, πυρέττουσι δὲ δι᾿ ὕδατος.