Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 96
Dioscurides Pedianus, De materia medica 96-2
Not analysed yet
96 λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδάλιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ λεύκηθρον καλοῦσι. καυλὸν ἀνίησιν ὅσον σπιθαμῆς, ἔχοντα μασχάλας πλείστας, ἐφ᾿ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις· ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα δὲ ὅμοια κράμβῃ, ῥίζα μέλαινα ὥσπερ γογγύλης, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς φύεται ἐν ἀρούραις καὶ ἐν τῷ σίτῳ. ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη βοηθεῖ ἑρπετοδήκτοις, ταχέως ἀπόνους ποιοῦσα· μίσγεται δὲ καὶ εἰς τοὺς ἰσχιαδικοὺς κλυσμούς.