Ancient Greek
BGU 11 2042
Documentary Papyri, Bgu 11 2042
Not analysed yet
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Σεβαστοῦ μηνὸς Ἀρτεμισίου μιακαιεικάδι, Φαμενὼθ μιακαιεικάδι, ἐν τῇ Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ὀννώφρις Ἁρπαήσιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν εἴκοσι πέντε ,οὐλὴ ὀφρύι ἀριστερᾷ, Ὥρωι νεωτέρωι Τεσενούφιος ὡς ἐτῶν εἴκοσι ὀκτώ ,οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου διὰ χειρὸς ἐξ οἴκου δραχμὰς διακοσίας παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου, ἃς καὶ ἀποδώσειν τὸν ὁμολογοῦντα τῶι Ὥρωι ὁπηνίκα ἐὰν αἱρήσῃ ὁ Ὧρος ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογείας. ἐὰν δὲ μὴ ἀποδῷ, ἐκτίσει ὁ ὁμολογῶν τῶι Ὥρωι τὴν παραθήκην διπλῆν κατὰ τὸν νόμον τῶν παραθηκῶν, ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐξ ὧν αὑτῷ αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων τῆς πράξεως οὔσης τῶι Ὥρωι καθάπερ ἐκ δίκης. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Σωτήριχος …ὡς ἐτῶν τριάκοντα οὐλὴ μετώπῳ …τοῦ δʼ ἄλλου Τρύφων Χαιρήμονος …ειδ ……σε… …το… …νομίσματος… …παραθήκην …