Ancient Greek
BGU 4 1095
Documentary Papyri, Bgu 4 1095
Not analysed yet
……ς τὰ ὄντα παράσχου …ἐξέβημεν τῆς ἐπισκέψεως. ἐπέμψαμεν δέ σοι διὰ μαχαιροφόρου Δάφνου ἔχοντος …νιον καὶ ἐπιστολὰς καὶ διὰ μαχαιροφόρου ἑτέρου Ἕρμονος εἰς τὸ ἱερὸν τῆς Λητὼ ἐπιστολὴν μίαν . μὴ οὖν ὀλιγωρήσῃς περὶ μηδενός. περὶ δὲ τοῦ φοίνικος παλαιὸν οὐχ εὕρομεν οὐδὲ ἐν Διοπολίτῃ οὐδὲ ἐν Ὀμβίτῃ. τὰ δὲ νέα ἐν χερσὶ γέγονε. πείθομαι γὰρ ὅτι ἐν τοσούτῳ μετέπεμψε ὁ Πτολεμαῖος κατανδρισθήσεται κομίσαι ἄρτους ἀρτάβας δύο καὶ ἡμικάδιον περιστερίων καὶ λαγύνιον ταριχηρῶν ὀψαρίων καὶ φάγρον κατάμονον, ἐν δὲ τῇ λαγύνῳ ἀριθμῷ μ γίνονται μ, ἐν δὲ τῷ ἡμικαδίῳ περιστερὰς ἀριθμῷ λε καὶ φάγρον σαργανίδιον ἕνα . καὶ ἐπιμέλου σαυτοῦ ἵνʼ ὑγιαίνῃς. παρακαλῶ οὖν ἐπιμελῶς εἰς τὸν …αι καὶ πρὸς Πτολεμαῖον. ἔτους γ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιβ. …γενομένωι στρατηγῷ Περιθήβας ονη