Ancient Greek
BGU 4 1096
Documentary Papyri, Bgu 4 1096
Not analysed yet
Ἰσίδωρος Ἱέρακι τῷ φιλτάτῳ χαίρειν. ἐπεὶ Σαραπίωνα ἔσχον γραμματέα, ὃν πρότερον εἶχον, ὑπὲρ οὗ καὶ ἄλλοτέ σοι ἔγραψα, εὖ ποιήσεις παραδοὺς αὐτῷ τὰ τῆς τάξεως βιβλία ἐξαυτῆς καὶ μὴ προσχρήσασθαι τῷ Δωρᾷ διὰ τὸ τὸν Σαραπίωνα κεκρικέναι ἔχειν μὲ γραμματέα. μὴ οὖν ἄλλως ποιήσῃς. ἔρρωσο. ἔτους β Γαίου Καίσαρος τοῦ κυρίου μηνὸς …