Ancient Greek
BGU 4 1097
Documentary Papyri, Bgu 4 1097
Not analysed yet
……μηνο… οὐ διὸ γράφω σοί, ἵνʼ εἰδῇς. οὔπω δὲ ἡμεῖς οὐδὲν πεποιήκαμεν. ἐὰν δὲ ὁ ἀντίδικος ἀναβῇ, περίβλεπε αὐτόν. φοβοῦμαι γὰρ μὴ σχάσῃ, νεναυσίακε γάρ. περὶ δὲ Σαραπᾶτος τοῦ υἱοῦ οὐ καταλέλυκε παρʼ ἐμὲ ὅλως, ἀλλὰ ἀπῆλθεν εἰς παρεμβολὴν στρατεύσασθαι. οὐ καλῶς ἐποίησας συνβουλεύσας αὐτῷ στρατεύσασθαι. ἐμοῦ γὰρ λεγούσης αὐτῷ μὴ στρατεύσῃ, λέγει μοι ὅτι ὁ πατήρ μου εἶπέ μοι στρατεύσασθαι. περὶ δὲ Ἐπαφροδίτου ὧδέ ἐστιν παρʼ ἐμοί. εὖ οὖν ποιήσεις. ἔχω ἐν τῷ οἴκῳ τῷ μέσῳ φακόν, τοῦτόν μοι πέμψον καὶ χοῦν ἐλαίου ῥαφανίνου, ἵνα ἔχω ἐπιμήνια ὧδε, ἐγὼ γὰρ οὐχ ὀλιγωρῶ, ἀλλὰ εὐψυχοῦσα παραμένω. καὶ ἐὰν ὁ κλῆρος λιμνασθῇ, γοργε…ι καὶ εὖ αὐτὸν σπεῖρον. ἐσήμανά σοι περὶ τῶν γενημάτων ποτὲ …νηθ…ουσα δ… τῷ ἡγεμόνι ἐπιστολὴν …ἡμᾶς, ἵνα εἰς τὸ δημόσιον μετρηθῇ καὶ εἰς σπέρματα δοθῇ τὸ υ… ἔτους …Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεσορὴ κβ. …ε οὖν τὴν μητέρα καὶ Δήμητριν καὶ τὰ τέκνα αὐτοῦ ἀσπάζου …ν καὶ Ἀπαροσι…πασου… …τὴν μητέρα αὐτοῦ καὶ Διονυσείαν καὶ τὰ τέκνα αὐτῆς καὶ ……αὐτῆς καὶ τὴν μητέρα …ἡ δεῖνα Δημητρίου Σαραπίωνι τῷ πατρί.